Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.166 Joseph. AJ 10.171 (English) >>Joseph. AJ 10.175

10.169θεασάμενος δʼ αὐτὸν οὕτως ἔχοντα καὶ βεβαπτισμένον εἰς ἀναισθησίαν καὶ ὕπνον ὑπὸ τῆς μέθης Ἰσμάηλος ἀναπηδήσας μετὰ τῶν δέκα φίλων ἀποσφάττει τὸν Γαδαλίαν καὶ τοὺς κατακειμένους σὺν αὐτῷ ἐν τῷ συμποσίῳ. καὶ μετὰ τὴν τούτων ἀναίρεσιν ἐξελθὼν νυκτὸς ἅπαντας φονεύει τοὺς ἐν τῇ πόλει Ἰουδαίους καὶ τοὺς ὑπὸ τῶν Βαβυλωνίων καταλειφθέντας ἐν αὐτῇ τῶν στρατιωτῶν. 10.170τῇ δʼ ἐπιούσῃ μετὰ δώρων ἧκον πρὸς Γαδαλίαν τῶν ἀπὸ τῆς χώρας ὀγδοήκοντα μηδενὸς τὰ περὶ αὐτὸν ἐγνωκότος. ἰδὼν δὲ αὐτοὺς Ἰσμάηλος εἴσω τε αὐτοὺς καλεῖ ὡς πρὸς Γαδαλίαν, καὶ παρελθόντων ἀποκλείσας τὴν αὔλειον ἐφόνευσε καὶ τὰ σώματα αὐτῶν εἰς λάκκον τινὰ βαθύν, ὡς ἂν ἀφανῆ γένοιτο, κατεπόντισε. 10.171διεσώθησαν δὲ τῶν ὀγδοήκοντα τούτων ἀνδρῶν οἳ μὴ πρότερον ἀναιρεθῆναι παρεκάλεσαν πρὶν τὰ κεκρυμμένα ἐν τοῖς ἀγροῖς αὐτῷ παραδῶσιν ἔπιπλά τε καὶ ἐσθῆτα καὶ σῖτον. ταῦτʼ ἀκούσας ἐφείσατο τῶν ἀνδρῶν τούτων Ἰσμάηλος· 10.172τὸν δʼ ἐν τῇ Μασφάθῃ λαὸν σὺν γυναιξὶ καὶ νηπίοις ᾐχμαλώτισεν, ἐν οἷς καὶ τοῦ βασιλέως Σαχχίου θυγατέρας, ἃς Ναβουζαρδάνης τῶν Βαβυλωνίων στρατηγὸς παρὰ Γαδαλίᾳ καταλελοίπει. ταῦτα διαπραξάμενος ἀφικνεῖται πρὸς τὸν Ἀμμανιτῶν βασιλέα. 10.173

Ἀκούσας δʼ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ ἡγεμόνες τὰ ἐν τῇ Μασφαθῇ τὰ πεπραγμένα ὑπὸ Ἰσμαήλου καὶ τὸν Γαδαλίου θάνατον ἠγανάκτησαν, καὶ τοὺς ἰδίους ἕκαστος ὁπλίτας παραλαβὼν ὥρμησαν πολεμήσοντες τὸν Ἰσμάηλον καὶ καταλαμβάνουσιν αὐτὸν πρὸς τῇ πηγῇ ἐν Ἰβρῶνι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.166 Joseph. AJ 10.171 (English) >>Joseph. AJ 10.175

Powered by PhiloLogic